Τετάρτη 13 Μαΐου 2009

ΑΡΧΑίΟ ΚΕίΜΕΝΟ-ΠΕΡί ΤΟΥ ΕΙ ΤΟΥ ΕΝ ΔΕΛΦΟίΣ


Στιχιδίοις τισὶν οὐ φαύλως ἔχουσιν, ὦ φίλε Σαρα-πίων, ἐνέτυχον πρῴην, ἃ Δικαίαρχος Εὐριπίδηνοἴεται πρὸς Ἀρχέλαον εἰπεῖν. ᾿οὐ βούλομαι πλουτοῦντι δωρεῖσθαι πένης, μή μ᾿ ἄφρονα κρίνῃς ἢ διδοὺς αἰτεῖν δοκῶ.᾿χαρίζεται μὲν γὰρ οὐδὲν ὁ διδοὺς ἀπ᾿ ὀλίγων μικρὰ τοῖςπολλὰ κεκτημένοις, ἀπιστούμενος δ᾿ ἀντὶ μηδενὸς διδόναικακοηθείας καὶ ἀνελευθερίας προσλαμβάνει δόξαν. ὅρα δ᾿ὅσον ἐλευθεριότητι καὶ κάλλει τὰ χρηματικὰ δῶρα λείπε-ται τῶν ἀπὸ λόγου καὶ σοφίας, <ἃ> καὶ διδόναι καλόν ἐστικαὶ διδόντας ἀνταιτεῖν ὅμοια παρὰ τῶν λαμβανόντων. ἐγὼγοῦν πρὸς σὲ καὶ διὰ σοῦ τοῖς αὐτόθι φίλοις τῶν Πυθικῶνλόγων ἐνίους ὥσπερ ἀπαρχὰς ἀποστέλλων ὁμολογῶ προσ-δοκᾶν ἑτέρους καὶ πλείονας καὶ βελτίονας παρ᾿ ὑμῶν, ἅτεδὴ καὶ πόλει χρωμένων μεγάλῃ καὶ σχολῆς μᾶλλον ἐνβιβλίοις πολλοῖς καὶ παντοδαπαῖς διατριβαῖς εὐπορούντων.ὁ δ᾿ οὖν φίλος Ἀπόλλων ἔοικε τὰς μὲν περὶ τὸν βίονἀπορίας ἰᾶσθαι καὶ διαλύειν θεμιστεύων τοῖς χρωμένοις,τὰς δὲ περὶ τὸν λόγον αὐτὸς ἐνιέναι καὶ προβάλλειν τῷφύσει φιλοσόφῳ τῆς ψυχῆς ὄρεξιν ἐμποιῶν ἀγωγὸν ἐπὶτὴν ἀλήθειαν, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι καὶ τῇ[περὶ] τοῦ εἶ καθιερώσει. τοῦτο γὰρ εἰκὸς οὐ κατὰ τύχηνοὐδ᾿ οἷον ἀπὸ κλήρου τῶν γραμμάτων μόνον ἐν προεδρίᾳπαρὰ τῷ θεῷ γενέσθαι καὶ λαβεῖν ἀναθήματος τάξινἱεροῦ καὶ θεάματος, ἀλλ᾿ ἢ δύναμιν αὐτοῦ κατιδόνταςἰδίαν καὶ περιττὴν ἢ συμβόλῳ χρωμένους πρὸς ἕτερόν τιτῶν ἀξίων σπουδῆς τοὺς ἐν ἀρχῇ περὶ τὸν θεὸν φιλοσοφή-σαντας οὕτω προσέσθαι. πολλάκις οὖν ἄλλοτε τὸν λόγονἐν τῇ σχολῇ προβαλλόμενον ἐκκλίνας ἀτρέμα καὶ παρελθὼνἔναγχος ὑπὸ τῶν υἱῶν ἐλήφθην ξένοις τισὶ συμφιλοτιμουμέ-νων, οὓς εὐθὺς ἐκ Δελφῶν ἀπαίρειν μέλλοντας οὐκ ἦν εὐπρε-πὲς παράγειν οὐδὲ παραιτεῖσθαι πάντως ἀκοῦσαί τι προ-θυμουμένους. ὡς δὲ καθίσας παρὰ τὸν νεὼν τὰ μὲν αὐτὸςἠρξάμην ζητεῖν τὰ δ᾿ ἐκείνους ἐρωτᾶν, ὑπὸ τοῦ τόπου καὶτῶν λόγων αὐτῶν <ἀνεμνήσθην> ἃ πάλαι ποτὲ καθ᾿ ὃνκαιρὸν ἐπεδήμει Νέρων ἠκούσαμεν Ἀμμωνίου καί τινωνἄλλων διεξιόντων ἐνταῦθα τῆς αὐτῆς ἀπορίας ὁμοίως ἐμ-πεσούσης. Ὅτι μὲν γὰρ οὐχ ἧττον ὁ θεὸς φιλόσοφος ἢ μάντις,ἐδόκει πᾶσιν ὀρθῶς πρὸς τοῦτο τῶν ὀνομάτων ἕκαστονἈμμώνιος τίθεσθαι καὶ διδάσκειν, ὡς Πύθιος μέν ἐστιτοῖς ἀρχομένοις μανθάνειν καὶ διαπυνθάνεσθαι, Δήλιος δὲκαὶ Φαναῖος οἷς ἤδη τι δηλοῦται καὶ ὑποφαίνεται τῆςἀληθείας, Ἰσμήνιος δὲ τοῖς ἔχουσι τὴν ἐπιστήμην, καὶΛεσχηνόριος ὅταν ἐνεργῶσι καὶ ἀπολαύωσι χρώμενοι τῷδιαλέγεσθαι καὶ φιλοσοφεῖν πρὸς ἀλλήλους. ᾿ἐπεὶ δὲ τοῦφιλοσοφεῖν᾿ ἔφη ᾿τὸ ζητεῖν <ἀρχή, τοῦ δὲ ζητεῖν> τὸθαυμάζειν καὶ ἀπορεῖν, εἰκότως τὰ πολλὰ τῶν περὶ τὸνθεὸν ἔοικεν αἰνίγμασι κατακεκρύφθαι [καὶ] λόγον τινὰποθοῦντα διὰ τί καὶ διδασκαλίαν τῆς αἰτίας. οἷον ἐπὶ τοῦπυρὸς τοῦ ἀθανάτου τὸ καίεσθαι μόνον αὐτόθι τῶν ξύλωνἐλάτην καὶ δάφνην ἐπιθυμιᾶσθαι, καὶ τὸ δύο Μοίραςἱδρῦσθαι πανταχοῦ τριῶν νομιζομένων, καὶ τὸ μηδεμιᾷγυναικὶ πρὸς τὸ χρηστήριον εἶναι προσελθεῖν, καὶ τὸ τοῦτρίποδος, καὶ ὅσα τοιαῦτα, τοῖς μὴ παντάπασιν ἀλόγοιςκαὶ ἀψύχοις ὑφειμένα δελεάζει καὶ παρακαλεῖ πρὸς τὸσκοπεῖν τι καὶ ἀκούειν καὶ διαλέγεσθαι περὶ αὐτῶν. ὅραδὲ καὶ ταυτὶ τὰ προγράμματα, τὸ ᾿γνῶθι σαυτόν᾿ καὶ τό᾿μηδὲν ἄγαν᾿, ὅσας ζητήσεις κεκίνηκε φιλοσόφοις καὶὅσον λόγων πλῆθος ἀφ᾿ ἑκάστου καθάπερ ἀπὸ σπέρματοςἀναπέφυκεν. ὧν οὐδενὸς ἧττον οἶμαι γόνιμον λόγων εἶναιτὸ νῦν ζητούμενον.᾿ Εἰπόντος δὲ ταῦτα τοῦ Ἀμμωνίου Λαμπρίας ὁ ἀδελ-φὸς εἶπε ᾿καὶ μὴν ὃν ἡμεῖς ἀκηκόαμεν λόγον ἁπλοῦς τίςἐστι καὶ κομιδῇ βραχύς. λέγουσι γὰρ ἐκείνους τοὺς σο-φοὺς ὑπ᾿ ἐνίων δὲ σοφιστὰς προσαγορευθέντας αὐτοὺς μὲνεἶναι πέντε, Χίλωνα καὶ Θαλῆν καὶ Σόλωνα καὶ Βίαντακαὶ Πιττακόν. ἐπεὶ δὲ Κλεόβουλος ὁ Λινδίων τύραννος,εἶτα Περίανδρος ὁ Κορίνθιος, οὐδὲν αὐτοῖς ἀρετῆς μετὸνοὐδὲ σοφίας, ἀλλὰ δυνάμει καὶ φίλοις καὶ χάρισι κατα-βιαζόμενοι τὴν δόξαν ἐνέβαλλον εἰς τοὔνομα τῶν σοφῶνκαί τινας γνώμας καὶ λόγους ἐξέπεμπον καὶ διέσπειρον εἰςτὴν Ἑλλάδα τοῖς ὑπ᾿ ἐκείνων λεγομένοις ὁμοίους. δυσχε-ράναντας ἄρα τοὺς ἄνδρας ἐξελέγχειν μὲν οὐκ ἐθέλειν τὴνἀλαζονείαν οὐδὲ φανερῶς ὑπὲρ δόξης ἀπεχθάνεσθαι καὶδιαμάχεσθαι πρὸς ἀνθρώπους μέγα δυναμένους, ἐνταῦθαδὲ συνελθόντας αὐτοὺς καθ᾿ αὑτοὺς καὶ διαλεχθένταςἀλλήλοις ἀναθεῖναι τῶν γραμμάτων ὃ τῇ τε τάξει πέμπτονἐστὶ καὶ τοῦ ἀριθμοῦ τὰ πέντε δηλοῖ, μαρτυρομένους μὲνὑπὲρ αὑτῶν πρὸς τὸν θεὸν ὅτι πέντ᾿ εἰσί, τὸν δ᾿ ἕβδομονκαὶ τὸν ἕκτον ἀποποιουμένους καὶ ἀποβάλλοντας ὡς οὐπροσήκοντας αὑτοῖς. ὅτι δ᾿ οὐκ ἀπὸ σκοποῦ ταῦτα λέγεται,γνοίη τις ἂν ἀκούσας τῶν κατὰ τὸ ἱερὸν τὸ μὲν χρυσοῦνεἶ Λιβίας τῆς Καίσαρος γυναικὸς ὀνομαζόντων, τὸ δὲχαλκοῦν Ἀθηναίων. τὸ δὲ πρῶτον καὶ παλαιότατον τῇδ᾿ οὐσίᾳ ξύλινον ἔτι νῦν τῶν σοφῶν καλοῦσιν, ὡς οὐχ ἑνὸςἀλλὰ κοινὸν ἀνάθημα πάντων γενόμενον.᾿ Ὁ μὲν οὖν Ἀμμώνιος ἡσυχῆ διεμειδίασεν, ὑπονοήσαςἰδίᾳ τὸν Λαμπρίαν δόξῃ κεχρῆσθαι, πλάττεσθαι δ᾿ ἱστο-ρίαν καὶ ἀκοὴν ἑτέρων πρὸς τὸ ἀνυπεύθυνον. ἕτερος δέ τιςἔφη τῶν παρόντων, ὡς ὅμοια ταῦτ᾿ ἐστὶν οἷς πρῴην ὁΧαλδαῖος ἐφλυάρει ξένος, ἑπτὰ μὲν εἶναι τὰ φωνὴν ἰδίανἀφιέντα τῶν γραμμάτων, ἑπτὰ δὲ τοὺς κίνησιν αὐτοτελῆκαὶ ἀσύνδετον ἐν οὐρανῷ κινουμένους ἀστέρας. εἶναι δὲ τῇτάξει δεύτερον τό τ᾿ εἶ τῶν φωνηέντων ἀπ᾿ ἀρχῆς καὶ τὸνἥλιον ἀπὸ σελήνης τῶν πλανήτων. ἡλίῳ δ᾿ Ἀπόλλωνα τὸναὐτὸν ὡς ἔπος εἰπεῖν πάντας Ἕλληνας νομίζειν. ᾿ἀλλὰταυτὶ μέν᾿ ἔφη ᾿παντάπασιν ἐκ πίνακος καὶ πυλαίας.᾿ Ὁ δὲ Λαμπρίας ἔλαθεν, ὡς ἔοικε, τοὺς ἀφ᾿ ἱεροῦ κινήσαςἐπὶ τὸν αὑτοῦ λόγον. ἃ μὲν γὰρ ἐκεῖνος εἶπεν, οὐδεὶςἐγίγνωσκε Δελφῶν. τὴν δὲ κοινὴν καὶ περιηγητικὴν δόξανεἰς τὸ μέσον προῆγον, οὔτε τὴν ὄψιν ἀξιοῦντες οὔτε τὸνφθόγγον ἀλλὰ τοὔνομα μόνον τοῦ γράμματος ἔχειν τισύμβολον. ᾿ἔστι γάρ᾿ ὡς ὑπολαμβάνουσι Δελφοὶ καὶτότε προηγορῶν ἔλεγε Νίκανδρος ὁ ἱερεύς ᾿σχῆμα καὶμορφὴ τῆς πρὸς τὸν θεὸν ἐντεύξεως καὶ τάξιν ἡγεμονικὴνἐν τοῖς ἐρωτήμασιν ἔχει τῶν χρωμένων ἑκάστοτε διαπυν-θανομένων, εἰ νικήσουσιν, εἰ γαμήσουσιν, εἰ συμφέρειπλεῖν, εἰ γεωργεῖν, εἰ ἀποδημεῖν. τοῖς δὲ διαλεκτικοῖςχαίρειν ἔλεγε σοφὸς ὢν ὁ θεὸς οὐδὲν οἰομένοις ἐκ τοῦ᾿εἰ᾿ μορίου καὶ τοῦ μετ᾿ αὐτοῦ <ταχθέντος> ἀξιώ-ματος πρᾶγμα γίγνεσθαι, πάσας τὰς ἐρωτήσεις ὑποτεταγ-μένας τούτῳ καὶ νοῶν ὡς πράγματα καὶ προσιέμενος.ἐπεὶ δ᾿ ἴδιον τὸ ἐρωτᾶν ὡς μάντιν ἐστὶν ἡμῖν καὶ τὸεὔχεσθαι κοινὸν ὡς πρὸς θεὸν, οὐχ ἧττον οἴονται τῆςπευστικῆς τὴν εὐκτικὴν τὸ γράμμα περιέχειν δύναμιν. ᾿εἰγάρ᾿ [ὤφελον] φησὶν ἕκαστος τῶν εὐχομένων. καὶ Ἀρχί-λοχος ᾿εἰ γὰρ ὣς ἐμοὶ γένοιτο χεῖρα Νεοβούλης θιγεῖν.᾿καὶ τοῦ ᾿εἴθε᾿ τὴν δευτέραν συλλαβὴν παρέλκεσθαίφασιν, οἷον τὸ Σώφρονος ᾿ἄλλα τέκνων θην δευμένα.᾿καὶ τὸ Ὁμηρικόν (Ρ 29) ᾿ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος.ἐν δὲ τῷ ᾿εἰ᾿ τὸ εὐκτικὸν [καὶ] ἀποχρώντως δηλοῦσθαι.᾿ Ταῦτα τοῦ Νικάνδρου διελθόντος, οἶσθα γὰρ δὴΘέωνα τὸν ἑταῖρον, ἤρετο τὸν Ἀμμώνιον, εἰ διαλεκτικῇπαρρησίας μέτεστιν οὕτω περιυβρισμένῃ <καὶ κακῶς>ἀκηκουίᾳ. τοῦ δ᾿ Ἀμμωνίου λέγειν παρακελευομένου καὶβοηθεῖν ᾿ἀλλ᾿ ὅτι μέν᾿ ἔφη ᾿διαλεκτικώτατος ὁ θεός ἐστιν,οἱ πολλοὶ τῶν χρησμῶν δηλοῦσιν. τοῦ γὰρ αὐτοῦ δήπουθένἐστι καὶ λύειν καὶ ποιεῖν ἀμφιβολίας. ἔτι δ᾿, ὥσπερΠλάτων ἔλεγε χρησμοῦ δοθέντος ὅπως τὸν ἐν Δήλῳβωμὸν διπλασιάσωσιν, ὃ τῆς ἄκρας ἕξεως περὶ γεωμετρίανἔργον ἐστίν, οὐ τοῦτο προστάττειν τὸν θεὸν ἀλλὰ γεω-μετρεῖν διακελεύεσθαι τοῖς Ἕλλησιν, οὕτως ἄρα χρησ-μοὺς ἀμφιβόλους ἐκφέρων ὁ θεὸς αὔξει καὶ συνίστησιδιαλεκτικὴν ὡς ἀναγκαίαν τοῖς μέλλουσιν ὀρθῶς αὐτοῦσυνήσειν. ἐν δὲ διαλεκτικῇ δήπου μεγίστην ἔχει δύναμιν ὁσυναπτικὸς οὑτοσὶ σύνδεσμος, ἅτε δὴ τὸ λογικώτατονσχηματίζων ἀξίωμα. πῶς γὰρ οὐ τοιοῦτο τὸ συνημμένον,εἴ γε τῆς μὲν ὑπάρξεως τῶν πραγμάτων ἔχει καὶ τὰ θηρίαγνῶσιν, ἀκολούθου δὲ θεωρίαν καὶ κρίσιν ἀνθρώπῳ μόνῳπαραδέδωκεν ἡ φύσις; ὅτι μὲν γάρ ᾿ἡμέρα᾿ καὶ ᾿φῶς᾿ἔστιν, αἰσθάνονται δήπου καὶ λύκοι καὶ κύνες καὶ ὄρνι-θες. ὅτι δ᾿ ᾿εἰ ἡμέρα, φῶς ἔστιν᾿, οὐδὲν ἄλλο συνίησιπλὴν ἄνθρωπος, ἡγουμένου καὶ λήγοντος ἐμφάσεώς τεκαὶ συναρτήσεως τούτων πρὸς ἄλληλα καὶ σχέσεως καὶδιαφορᾶς μόνος ἔχων ἔννοιαν, ἐξ ὧν αἱ ἀποδείξεις τὴνκυριωτάτην ἀρχὴν λαμβάνουσιν. ἐπεὶ τοίνυν φιλοσοφίαμὲν περὶ ἀλήθειάν ἐστιν ἀληθείας δὲ φῶς ἀπόδειξις ἀπο-δείξεως δ᾿ ἀρχὴ τὸ συνημμένον, εἰκότως ἡ τοῦτο συνέ-χουσα καὶ ποιοῦσα δύναμις ὑπὸ σοφῶν ἀνδρῶν τῷ μάλιστατὴν ἀλήθειαν ἠγαπηκότι θεῷ καθιερώθη. καὶ μάντις μὲνὁ θεὸς μαντικὴ δὲ τέχνη περὶ τὸ μέλλον ἐκ τῶν παρόντων ἢπαρῳχημένων. οὐδενὸς γὰρ οὔτ᾿ ἀναίτιος ἡ γένεσις οὔτ᾿ἄλογος ἡ πρόγνωσις. ἀλλ᾿ ἐπεὶ πάντα τοῖς <τε> γεγονόσιτὰ γιγνόμενα τά τε γενησόμενα τοῖς γιγνομένοις ἕπεταικαὶ συνήρτηται κατὰ διέξοδον ἀπ᾿ ἀρχῆς εἰς τέλος περ-αίνουσαν, ὁ τὰς αἰτίας εἰς ταὐτὸ συνδεῖν τε πρὸς ἄλληλακαὶ συμπλέκειν φυσικῶς ἐπιστάμενος οἶδε καὶ προλέγει ᾿τά τ᾿ ἐόντα τά τ᾿ ἐσσόμενα πρό τ᾿ ἐόντα.᾿καὶ καλῶς Ὅμηρος (Α 70) πρῶτον ἔταξε τὰ παρόνταεἶτα τὸ μέλλον καὶ τὸ παρῳχημένον. ἀπὸ γὰρ τοῦ ὄντοςὁ συλλογισμὸς κατὰ τὴν τοῦ συνημμένου δύναμιν, ὡς ᾿εἰτόδ᾿ ἐστί, τόδε προηγεῖται᾿ καὶ πάλιν ᾿εἰ τόδ᾿ ἐστί, τόδεγενήσεται.᾿ τὸ γὰρ τεχνικὸν καὶ λογικὸν ὥσπερ εἴρηταιγνῶσις ἀκολουθίας, τὴν δὲ πρόσληψιν ἡ αἴσθησις τῷλόγῳ δίδωσιν. ὅθεν, εἰ καὶ γλίσχρον εἰπεῖν, οὐκ ἀποστρέ-ψομαι τοῦτον εἶναι τὸν τῆς ἀληθείας τρίποδα τὸν λόγον,ὃς τὴν τοῦ λήγοντος πρὸς τὸ ἡγούμενον ἀκολουθίαν θέ-μενος εἶτα προσλαβὼν τὴν ὕπαρξιν ἐπάγει τὸ συμπέρασματῆς ἀποδείξεως. τὸν οὖν Πύθιον, εἰ δὴ μουσικῇ τε<ρπό-μενος> ἥδεται καὶ κύκνων φωναῖς καὶ κιθάρας ψόφοις, τίθαυμαστόν ἐστι διαλεκτικῆς φιλίᾳ τοῦτ᾿ ἀσπάζεσθαι τοῦλόγου τὸ μέρος καὶ ἀγαπᾶν, ὧ μάλιστα καὶ πλείστῳπροσχρωμένους ὁρᾷ τοὺς φιλοσόφους; ὁ δ᾿ Ἡρακλῆςοὔπω τὸν Προμηθέα λελυκὼς οὐδὲ τοῖς περὶ τὸν Χείρωνακαὶ Ἄτλαντα σοφισταῖς διειλεγμένος ἀλλὰ νέος ὢν καὶκομιδῇ Βοιώτιος ἀναιρῶν τὴν διαλεκτικὴν καὶ καταγελῶντοῦ ᾿εἰ τὸ πρῶτον, τὸ δεύτερον᾿ ὑποσπᾶν ἔδοξε βίᾳ τὸντρίποδα καὶ διαμάχεσθαι πρὸς τὸν θεὸν ὑπὲρ τῆς τέχνης.ἐπεὶ προϊών γε τῷ χρόνῳ καὶ οὗτος ἔοικε μαντικώτατοςὁμοῦ γενέσθαι καὶ διαλεκτικώτατος.᾿ Παυσαμένου δὲ τοῦ Θέωνος Εὔστροφον Ἀθηναῖον οἶμαιτὸν εἰπόντα εἶναι πρὸς ἡμᾶς ᾿ὁρᾷς, ὡς ἀμύνει τῇ διαλεκτι-κῇ Θέων προθύμως, μονονοὺ τὴν λεοντῆν ἐπενδυσάμενος;οὕτως οὐδ᾿ ἡμᾶς τοὺς πάντα συλλήβδην πράγματα καὶφύσεις καὶ ἀρχὰς θείων ὁμοῦ καὶ ἀνθρωπείων ἐν ἀριθμῷτιθεμένους καὶ πολὺ μάλιστα τῶν καλῶν καὶ τιμίων τοῦτονἡγεμόνα ποιουμένους καὶ κύριον εἰκὸς ἡσυχίαν ἄγειν, ἀλλ᾿ἀπάρξασθαι τῷ θεῷ τῆς φίλης μαθηματικῆς, αὐτὸ μὲνἐφ᾿ ἑαυτοῦ μήτε δυνάμει μήτε μορφῇ μήτε τῷ ῥήματι τὸΕ τῶν ἄλλων στοιχείων διαφέρειν ἡγουμένους, ὡς δὲμεγάλου πρὸς τὰ ὅλα καὶ κυρίου σημεῖον ἀριθμοῦ προτε-τιμῆσθαι τῆς πεμπάδος, ἀφ᾿ οὗ τὸ ἀριθμεῖν οἱ σοφοὶπεμπάζειν ὠνόμαζον.᾿ ταῦτα δὲ πρὸς ἡμᾶς ἔλεγεν οὐπαίζων ὁ Εὔστροφος, ἀλλ᾿ ἐπεὶ τηνικαῦτα προσεκείμηντοῖς μαθήμασιν ἐμπαθῶς, τάχα δὴ μέλλων εἰς πάντατιμήσειν τό ᾿μηδὲν ἄγαν᾿ ἐν Ἀκαδημείᾳ γενόμενος. Εἶπον οὖν κάλλιστα τὸν Εὔστροφον τῷ ἀριθμῷλύειν τὴν ἀπορίαν. ᾿ἐπεὶ γάρ᾿ ἔφην ᾿εἰς τὸ ἄρτιον νενεμη-μένου παντὸς ἀριθμοῦ καὶ τὸ περιττὸν ἡ μὲν μονὰςἀμφοτέρων ἐπίκοινός ἐστι τῇ δυνάμει (διὸ καὶ προστι-θεμένη τὸν μὲν περιττὸν ἀριθμὸν ἄρτιον ποιεῖ τὸν δ᾿ ἄρτιονπεριττόν), ἀρχὴν δὲ τοῦ μὲν ἀρτίου τὰ δύο τοῦ δὲ περιττοῦτὰ τρία ποιοῦνται, τὰ δὲ πέντε γεννᾶται τούτων πρὸςἀλλήλους μιγνυμένων, εἰκότως ἔσχηκε τιμὴν <ὁ> πρῶτοςἐκ πρώτων ἀποτελούμενος καὶ γάμος ἐπωνόμασται τῇτοῦ ἀρτίου πρὸς τὸ θῆλυ περιττοῦ δ᾿ αὖ πρὸς τὸ ἄρρενὁμοιότητι. ταῖς γὰρ εἰς ἴσα τομαῖς τῶν ἀριθμῶν ὁ μὲνἄρτιος πάντῃ διιστάμενος ὑπολείπει τινὰ δεκτικὴν ἀρχὴνοἷον ἐν ἑαυτῷ καὶ χώραν, ἐν δὲ τῷ περιττῷ τὸ αὐτὸπαθόντι μέσον ἀεὶ περίεστι τῆς νεμήσεως μόριον. ἧ καὶγονιμώτερός ἐστι τοῦ ἑτέρου καὶ μιγνύμενος ἀεὶ κρατεῖκρατεῖται δ᾿ οὐδέποτε. γίγνεται γὰρ ἐξ ἀμφοῖν κατ᾿οὐδεμίαν μῖξιν ἄρτιος ἀλλὰ κατὰ πάσας περιττός. ἔτι δὲμᾶλλον αὐτὸς ἐπιβάλλων αὑτῷ. καὶ συντιθέμενος δείκνυσιτὴν διαφορὰν ἑκάτερος. ἄρτιος μὲν γὰρ οὐδεὶς ἀρτίῳσυνελθὼν περισσὸν παρέσχεν οὐδ᾿ ἐξέβη τὸ οἰκεῖον ὑπ᾿ἀσθενείας ἄγονος ὢν ἑτέρου καὶ ἀτελής. περισσοὶ δὲμιγνύμενοι περισσοῖς ἀρτίους πολλοὺς διὰ τὸ πάντῃ γόνι-μον ἀποτελοῦσι. τὰς δ᾿ ἄλλας οὐκ ἄν τις ἐν καιρῷ νῦνἐπεξίοι δυνάμεις καὶ διαφορὰς τῶν ἀριθμῶν. ὡς οὖνἄρρενός τε τοῦ πρώτου καὶ θήλεος ὁμιλίᾳ τὰ πέντε γιγνό-μενα γάμον οἱ Πυθαγόρειοι προσεῖπον. ἔστι δ᾿ ἧ καὶφύσις λέλεκται τῷ περὶ αὑτὸν πολλαπλασιασμῷ πάλιν εἰςἑαυτὸν περαίνων. ὡς γὰρ ἡ φύσις λαβοῦσα πυρὸν ἐνσπέρματι καὶ χθαμένη πολλὰ μὲν ἐν μέσῳ φύει σχή-ματα καὶ εἴδη, δι᾿ ὧν ἐπὶ τέλος ἐξάγει τὸ ἔργον, ἐπὶ πᾶσιδὲ πυρὸν ἀνέδειξεν ἀποδοῦσα τὴν ἀρχὴν ἐν τῷ τέλει τοῦπαντός, οὕτω τῶν λοιπῶν ἀριθμῶν, ὅταν αὑτοὺς πολλα-πλασιάσωσιν, εἰς ἑτέρους τελευτώντων τῇ αὐξήσει μόνοςὁ τῶν πέντε καὶ ἓξ γενόμενος τοσαυτάκις αὑτοὺς ἀναφέ-ρουσι καὶ ἀνασῴζουσιν. ἑξάκις γὰρ τὰ ἓξ τριακονταέξ,καὶ πεντάκις τὰ πέντε εἰκοσιπέντε γίγνεται. καὶ πάλιν ὁμὲν τῶν ἓξ ἅπαξ τοῦτο ποιεῖ καὶ μοναχῶς αὐτὸς ἐφ᾿ἑαυτοῦ τετράγωνος γιγνόμενος. τῇ δὲ πεμπάδι καὶ τοῦτομὲν συμβέβηκε κατὰ πολλαπλασιασμόν, ἰδίως δὲ τὸ κατὰσύνθεσιν ἢ ἑαυτὴν ἢ <τὴν> δεκάδα ποιεῖν παρὰ μέροςἐπιβάλλουσαν αὑτῇ, καὶ τοῦτο γίγνεσθαι μέχρι παντός,ἀπομιμουμένου τοῦ ἀριθμοῦ τὴν τὰ ὅλα διακοσμοῦσανἀρχήν. ὡς γὰρ ἐκείνην ὑπαλλάττουσαν ἐκ μὲν ἑαυτῆςτὸν κόσμον ἐκ δὲ τοῦ κόσμου πάλιν ἑαυτὴν ἀποτελεῖν᾿πυρός τε ἀνταμοιβὴν τὰ πάντα᾿ φησὶν ὁ Ἡράκλειτος᾿καὶ πῦρ ἁπάντων, ὅκωσπερ χρυσοῦ χρήματα καὶχρημάτων χρυσός,᾿ οὕτως ἡ τῆς πεμπάδος πρὸς ἑαυτὴνσύνοδος οὐδὲν οὔτ᾿ ἀτελὲς οὔτ᾿ ἀλλότριον γεννᾶν πέφυκεν,ἀλλ᾿ ὡρισμένας ἔχει μεταβολάς. ἢ γὰρ αὑτὴν ἢ τὴν δεκάδαγεννᾷ, τουτέστιν ἢ τὸ οἰκεῖον ἢ τὸ τέλειον. ἐὰν οὖνἔρηταί τις, τί ταῦτα πρὸς τὸν Ἀπόλλωνα, φήσομεν οὐχὶμόνον, ἀλλὰ καὶ πρὸς τὸν Διόνυσον, ὧ τῶν Δελφῶν οὐδὲνἧττον ἢ τῷ Ἀπόλλωνι μέτεστιν. ἀκούομεν οὖν τῶν θεολό-γων τὰ μὲν ἐν ποιήμασι τὰ δ᾿ ἄνευ μέτρου λεγόντωνκαὶ ὑμνούντων, ὡς ἄφθαρτος ὁ θεὸς καὶ ἀίδιος πεφυ-κώς, ὑπὸ δή τινος εἱμαρμένης γνώμης καὶ λόγου μετα-βολαῖς ἑαυτοῦ χρώμενος ἄλλοτε μὲν εἰς πῦρ ἀνῆψετὴν φύσιν πάντα ὁμοιώσας πᾶσιν, ἄλλοτε δὲ παντοδαπὸςἔν τε μορφαῖς καὶ ἐν πάθεσι καὶ δυνάμεσι διαφόροιςγιγνόμενος, ὡς γίγνεται νῦν, κόσμος ὀνομάζεται [δὲ]τῷ γνωριμωτάτῳ τῶν ὀνομάτων. κρυπτόμενοι δὲ τοὺςπολλοὺς οἱ σοφώτεροι τὴν μὲν εἰς πῦρ μεταβολὴν Ἀπόλλωνά τε τῇ μονώσει Φοῖβόν τε τῷ καθαρῷ καὶ ἀμιάντῳκαλοῦσι, τῆς δ᾿ εἰς πνεύματα καὶ ὕδωρ καὶ γῆν καὶἄστρα καὶ φυτῶν ζῴων τε γενέσεις τροπῆς αὐτοῦ καὶδιακοσμήσεως τὸ μὲν πάθημα καὶ τὴν μεταβολὴν διασπα-σμόν τινα καὶ διαμελισμὸν αἰνίττονται, Διόνυσον δὲ καὶΖαγρέα καὶ Νυκτέλιον καὶ Ἰσοδαίτην αὐτὸν ὀνομάζουσικαὶ φθοράς τινας καὶ ἀφανισμοὺς εἶτα δ᾿ ἀναβιώσεις καὶπαλιγγενεσίας οἰκεῖα ταῖς εἰρημέναις μεταβολαῖς αἰνί-γματα καὶ μυθεύματα περαίνουσι. καὶ ἄδουσι τῷ μὲνδιθυραμβικὰ μέλη παθῶν μεστὰ καὶ μεταβολῆς πλάνηντινὰ καὶ διαφόρησιν ἐχούσης. ᾿μιξοβόαν᾿ γὰρ Αἰσχύλοςφησί ᾿πρέπει διθύραμβον ὁμαρτεῖν σύγκωμονΔιονύσῳ᾿, τῷ δὲ παιᾶνα, τεταγμένην καὶ σώφρονα μοῦσαν,ἀγήρων τε τοῦτον ἀεὶ καὶ νέον ἐκεῖνον δὲ πολυειδῆ καὶπολύμορφον ἐν γραφαῖς καὶ πλάσμασι δημιουργοῦσι. καὶὅλως τῷ μὲν ὁμοιότητα καὶ τάξιν καὶ σπουδὴν ἄκρατον,τῷ δὲ μεμιγμένην τινὰ παιδιᾷ καὶ ὕβρει [καὶ σπουδῇ] καὶμανίᾳ προσφέροντες ἀνωμαλίαν ᾿εὔιον ὀρσιγύναικα μαινο-μέναις Διόνυσον ἀνθέοντα τιμαῖς᾿ἀνακαλοῦσιν, οὐ φαύλως ἑκατέρας μεταβολῆς τὸ οἰκεῖονλαμβάνοντες. ἐπεὶ δ᾿ οὐκ ἴσος ὁ τῶν περιόδων ἐν ταῖςμεταβολαῖς χρόνος, ἀλλὰ μείζων ὁ τῆς ἑτέρας ἣν ᾿κόρον᾿καλοῦσιν, ὁ δὲ τῆς ᾿χρησμοσύνης᾿ ἐλάττων, τὸ κατὰλόγον τηροῦντες ἐνταῦθα τὸν μὲν ἄλλον ἐνιαυτὸν παιᾶνιχρῶνται περὶ τὰς θυσίας, ἀρχομένου δὲ χειμῶνος ἐπε-γείραντες τὸν διθύραμβον τὸν δὲ παιᾶνα καταπαύσαντεςτρεῖς μῆνας ἀντ᾿ ἐκείνου τοῦτον κατακαλοῦνται τὸν θεόν.ὅπερ τρία πρὸς ἐννέα, τοῦτο τὴν διακόσμησιν οἰόμενοιχρόνῳ πρὸς τὴν ἐκπύρωσιν εἶναι.᾿ ᾿Ἀλλὰ ταῦτα μὲν ἱκανοῦ καιροῦ μᾶλλον ἀπομεμή-κυνται. δῆλον δ᾿ ὅτι συνοικειοῦσιν αὐτῷ τὴν πεμπάδα νῦνμὲν αὐτὴν ἑαυτὴν ὡς τὸ πῦρ αὖθις δὲ τὴν δεκάδα ποιοῦσανἐξ ἑαυτῆς ὡς τὸν κόσμον. τῆς δὲ δὴ μάλιστα κεχαρισμένηςτῷ θεῷ μουσικῆς οὐκ οἰόμεθα τούτῳ τῷ ἀριθμῷ μετεῖναι;τὸ γὰρ πλεῖστον ὡς ἔπος εἰπεῖν ἔργον ἁρμονικῆς περὶ τὰςσυμφωνίας ἐστίν, αὗται δ᾿ ὅτι πέντε καὶ οὐ πλείους, ὁλόγος ἐξελέγχει τὸν ἐν χορδαῖς καὶ τρυπήμασι ταῦταθηρᾶν ἀλόγως τῇ αἰσθήσει βουλόμενον. πᾶσαι γὰρ ἐνλόγοις τὴν γένεσιν ἀριθμῶν λαμβάνουσιν. καὶ λόγος ἐστὶτῆς μὲν διὰ τεσσάρων ἐπίτριτος, τῆς δὲ διὰ πέντε ἡμιόλιος,διπλάσιος δὲ τῆς διὰ πασῶν, τῆς δὲ διὰ πασῶν καὶ διὰ πέντετριπλάσιος, καὶ τετραπλάσιος τῆς δὶς διὰ πασῶν. ἣν δὲ ταύ-ταις ἐπεισάγουσιν οἱ ἁρμονικοὶ διὰ πασῶν καὶ διὰ τεσσάρωνὀνομάζοντες ἔξω μέτρου βαίνουσαν, οὐκ ἄξιόν ἐστι δέ-χεσθαι τῆς ἀκοῆς τῷ ἀλόγῳ παρὰ τὸν λόγον ὥσπερ νόμῳχαριζομένους. ἵνα τοίνυν ἀφῶ πέντε <τὰς> τετραχόρδωνθέσεις καὶ πέντε τοὺς πρώτους εἴτε τόνους ἢ τρόπουςεἴθ᾿ ἁρμονίας χρὴ καλεῖν, ὧν ἐπιτάσει καὶ ὑφέσει τρεπο-μένων κατὰ τὸ μᾶλλον καὶ ἧττον αἱ λοιπαὶ βαρύτητέςεἰσι καὶ ὀξύτητες, ἆρ᾿ οὐχὶ πολλῶν μᾶλλον δ᾿ ἀπείρων δια-στημάτων ὄντων τὰ μελῳδούμενα μόνα πέντ᾿ ἐστί, δίεσιςκαὶ ἡμιτόνιον καὶ τόνος καὶ τριημιτόνιον καὶ δίτονον, ἄλλοδ᾿ οὐδὲν οὔτε μικρότερον οὔτε μεῖζον ἐν φωναῖς χωρίονὀξύτητι καὶ βαρύτητι περατούμενον μελῳδητόν ἐστι;᾿ ᾿Πολλὰ δ᾿ ἄλλα τοιαῦτ'᾿ ἔφην ἐγώ ᾿παρελθὼν τὸνΠλάτωνα προσάξομαι λέγοντα κόσμον ἕνα,ὡς εἴπερ εἰσὶ παρὰ τοῦτον ἕτεροι καὶ μὴ μόνος οὗτος εἷς,πέντε τοὺς πάντας ὄντας καὶ μὴ πλείονας. οὐ μὴν ἀλλὰκἂν εἷς οὗτος ἦ μονογενής, ὡς οἴεται καὶ Ἀριστοτέλης,τρόπον τινὰ καὶ τοῦτον ἐκ πέντεσυγκείμενον κόσμων καὶ συνηρμοσμένον εἶναι. ὧν ὁ μένἐστι γῆς ὁ δ᾿ ὕδατος, τρίτος δὲ καὶ τέταρτος ἀέρος καὶπυρός. τὸν δὲ πέμπτον οὐρανὸν οἱ δὲ φῶς οἱ δ᾿ αἰθέρακαλοῦσιν, οἱ δ᾿ αὐτὸ τοῦτο πέμπτην οὐσίαν, ἧ τὸ κύκλῳπεριφέρεσθαι μόνῃ τῶν σωμάτων κατὰ φύσιν ἐστίν, οὐκ ἐξἀνάγκης οὐδ᾿ ἄλλως συμβεβηκός. διὸ δὴ καὶ τὰ πέντεκάλλιστα καὶ τελεώτατα σχήματα τῶν ἐν τῇ φύσει κατα-νοήσας, πυραμίδα καὶ κύβον καὶ ὀκτάεδρον καὶ εἰκοσάε-δρον καὶ δωδεκάεδρον, ἕκαστον οἰκείως ἑκάστῳ προσένει-μεν. εἰσὶ δ᾿ οἳ καὶ τὰς τῶν αἰσθήσεων δυνάμεις ἰσα-ρίθμους οὔσας τοῖς πρώτοις ἐκείνοις συνοικειοῦσι, τὴν μὲνἁφὴν ὁρῶντες ἀντίτυπον οὖσαν καὶ γεώδη, τὴν δὲ γεῦσινὑγρότητι τῶν γευστῶν τὰς ποιότητας προσιεμένην. ἀὴρδὲ πληγεὶς ἐν ἀκοῇ γίγνεται φωνὴ καὶ ψόφος. δυεῖν δὲτῶν λοιπῶν ὀσμὴ μέν, ἣν ὄσφρησις εἴληχεν, ἀναθυμίασιςοὖσα καὶ γεννωμένη θερμότητι πυρῶδές ἐστιν, αἰθέρι δὲκαὶ φωτὶ διὰ συγγένειαν διαλαμπούσης τῆς ὄψεως γίγνεταικρᾶσις ἐξ ἀμφοῖν ὁμοιοπαθὴς καὶ σύμπηξις. ἄλλην δ᾿ οὔτετὸ ζῷον αἴσθησιν οὔθ᾿ ὁ κόσμος ἔχει φύσιν ἁπλῆν καὶἄμικτον. ἀλλὰ θαυμαστή τις, ὡς ἔοικε, διανομὴ γέγονετῶν πέντε πρὸς τὰ πέντε καὶ σύλληξις.᾿ Ἅμα δέ πως ἐπιστήσας καὶ διαλιπών ᾿οἷον᾿ εἶπον᾿ὦ Εὔστροφε, πεπόνθαμεν, ὀλίγου παρελθόντες τὸν Ὅμη-ρον (Ο 187) ὡς οὐχὶ πρῶτον εἰς πέντε νείμαντα μερίδαςτὸν κόσμον, ὃς τὰς μὲν ἐν μέσῳ τρεῖς ἀποδέδωκε τοῖςτρισὶ θεοῖς, δύο δὲ τὰς ἄκρας ὄλυμπον καὶ γῆν, ὧν ἡ μένἐστι τῶν κάτω πέρας ὁ δὲ τῶν ἄνω, κοινὰς καὶ ἀνεμήτουςἀφῆκεν. ᾿ἀλλ᾿ ἀνοιστέος᾿ ὁ ᾿λόγος᾿ ὡς Εὐριπίδηςφησίν. οἱ γὰρ τὴν τετράδα σεμνύναντες οὐ φαύλως διδά-σκουσιν, ὅτι τῷ ταύτης λόγῳ πᾶν σῶμα γένεσιν ἔσχηκεν.ἐπεὶ γὰρ ἐν μήκει καὶ πλάτει βάθος λαβόντι πᾶν τὸστερεόν ἐστι, καὶ μήκους μὲν προυφίσταται στιγμὴ κατὰμονάδα ταττομένη, μῆκος δ᾿ ἀπλατὲς [ἡ] γραμμὴ καλεῖταικαὶ δυάς ἐστιν, ἡ δ᾿ ἐπὶ πλάτος γραμμῆς κίνησις ἐπιφα-νείας γένεσιν ἐν τριάδι παρέσχε, βάθους δὲ τούτοις προσ-γενομένου διὰ τεττάρων εἰς στερεὸν ἡ αὔξησις προβαίνει,παντὶ δῆλον, ὅτι δεῦρο τὴν φύσιν ἡ τετρὰς προαγαγοῦσα,μέχρι τοῦ σῶμα τελειῶσαι καὶ παρασχεῖν ἁπτὸν ὄγκονκαὶ ἀντίτυπον, εἶτ᾿ ἀπολέλοιπεν ἐνδεᾶ τοῦ μεγίστου. τὸγὰρ ἄψυχον ὡς ἁπλῶς εἰπεῖν ὀρφανὸν καὶ ἀτελὲς καὶ πρὸςοὐδ᾿ ὁτιοῦν μὴ χρωμένης ψυχῆς ἐπιτήδειον. ἡ δὲ τὴνψυχὴν ἐμποιοῦσα κίνησις ἢ διάθεσις μεταβολῇ διὰ πέντεγιγνομένη τῇ φύσει τὸ τέλειον ἀποδίδωσι καὶ τοσούτῳκυριώτερον ἔχει τῆς τετράδος λόγον, ὅσῳ τιμῇ διαφέρειτοῦ ἀψύχου τὸ ζῷον. ἔτι δ᾿ ἰσχύσασα μᾶλλον ἡ τῶν πέντεσυμμετρία καὶ δύναμις οὐκ εἴασεν εἰς ἄπειρα γένη προελ-θεῖν τὸ ἔμψυχον, ἀλλὰ πέντε τῶν ζώντων ἁπάντων ἰδέαςπαρέσχεν. εἰσὶ γὰρ θεοὶ δήπου καὶ δαίμονες καὶ ἥρωες,εἶτα μετὰ τούτους τὸ τέταρτον ἄνθρωποι γένος, ἔσχα-τον δὲ καὶ πέμπτον τὸ ἄλογον καὶ θηριῶδες. ἔτι δ᾿ εἰτὴν ψυχὴν αὐτὴν κατὰ φύσιν διαιροῖς, πρῶτον αὐτῆς καὶἀμαυρότατόν ἐστι τὸ θρεπτικὸν δεύτερον δὲ τὸ αἰσθητι-κὸν εἶτα τὸ ἐπιθυμητικὸν εἶτ᾿ ἐπὶ τούτῳ τὸ θυμοειδές.εἰς δὲ τὴν τοῦ λογιστικοῦ δύναμιν ἐξικομένη καὶ τελεώ-σασα τὴν φύσιν ὥσπερ ἐν ἄκρῳ τῷ πέμπτῳ κατα-πέπαυται.᾿ ᾿Τοσαύτας δὲ καὶ τηλικαύτας ἔχοντος τοῦ ἀριθμοῦδυνάμεις καλὴ καὶ ἡ γένεσίς ἐστιν, οὐχ ἣν ἤδη διήλθομενἐκ δυάδος οὖσαν καὶ τριάδος, ἀλλ᾿ ἣν ἡ ἀρχὴ τῷ πρώτῳσυνελθοῦσα τετραγώνῳ παρέσχεν. ἀρχὴ μὲν γὰρ ἀριθ-μοῦ παντὸς ἡ μονάς, τετράγωνος δὲ πρῶτος ἡ τετράς.ἐκ δὲ τούτων ὥσπερ ἰδέας καὶ ὕλης πέρας ἐχούσης ἡπεμπάς. εἰ δὲ δὴ καὶ τὴν μονάδα τετράγωνον ὀρθῶς ἔνιοιτίθενται δύναμιν οὖσαν ἑαυτῆς καὶ περαίνουσαν εἰς ἑαυτήν,ἐκ δυεῖν πεφυκυῖα τῶν πρώτων τετραγώνων ἡ πεμπὰςοὐκ ἀπολέλοιπεν ὑπερβολὴν εὐγενείας.᾿ ᾿Τὸ δὲ μέγιστον᾿ ἔφην ᾿δέδια μὴ ῥηθὲν πιέζῃ τὸνΠλάτωνα ἡμῶν, ὡς ἐκεῖνος ἔλεγε πιέζεσθαι τῷ τῆς σε-λήνης ὀνόματι τὸν Ἀναξαγόραν, παμπάλαιον οὖσαν [τινα]τὴν περὶ τῶν φωτισμῶν δόξαν ἰδίαν αὑτοῦ ποιούμενον. ἦγὰρ οὐ ταῦτ᾿ εἴρηκεν ἐν Κρατύλῳ ;᾿ ᾿πάνυ μὲνοὖν᾿ ὁ Εὔστροφος ἔφη, ᾿τί δ᾿ ὅμοιον πέφυκεν οὐ συνορῶ.᾿᾿καὶ μὴν οἶσθα δήπουθεν, ὅτι πέντε μὲν ἐν Σοφιστῇτὰς κυριωτάτας ἀποδείκνυσιν ἀρχάς, τὸ ὂν τὸταὐτὸν τὸ ἕτερον, τέταρτον δὲ καὶ πέμπτον ἐπὶ τούτοιςκίνησιν καὶ στάσιν. ἄλλῳ δ᾿ αὖ τρόπῳ διαιρέσεως ἐνΦιλήβῳ χρώμενος ἓν μὲν εἶναί φησι τὸ ἄπειρονἕτερον δὲ τὸ πέρας, τούτων δὲ μιγνυμένων πᾶσαν συνίστα-σθαι γένεσιν. αἰτίαν δ᾿, ὑφ᾿ ἧς μίγνυται, τέταρτον γένοςτίθεται. καὶ πέμπτον ἡμῖν ὑπονοεῖν ἀπολέλοιπεν, ὧ τὰμιχθέντα πάλιν ἴσχει διάκρισιν καὶ διάστασιν. τεκμαίρο-μαι δὲ ταῦτ᾿ ἐκείνων ὥσπερ εἰκόνας λέγεσθαι, τοῦ μὲνὄντος τὸ γιγνόμενον, κινήσεως δὲ τὸ ἄπειρον, τὸ δὲ πέραςτῆς στάσεως, ταὐτοῦ δὲ τὴν μιγνύουσαν ἀρχήν, θατέρουδὲ τὴν διακρίνουσαν. εἰ δ᾿ ἕτερα ταῦτ᾿ ἐστί, κἀκείνωςἂν εἴη καὶ οὕτως ἐν πέντε γένεσι καὶ διαφοραῖς τιθέ-μενος. φησὶ δή τις ταῦτα πρότερος συνιδὼν Πλάτωνοςδύο Ε καθιερώσας τῷ θεῷ, δήλωμα καὶ σύμβολον τοῦἀριθμοῦ τῶν πάντων. ἀλλὰ μὴν καὶ τἀγαθὸν ἐν πέντεγένεσι φανταζόμενον κατανοήσας, ὧν πρῶτόν ἐστι τὸμέτριον δεύτερον δὲ τὸ σύμμετρον, καὶ τρίτον ὁ νοῦς καὶτέταρτον αἱ περὶ ψυχὴν ἐπιστῆμαι καὶ τέχναι καὶ δόξαιἀληθεῖς, πέμπτον <δ᾿> εἴ τις ἡδονὴ καθαρὰ καὶ πρὸςτὸ λυποῦν ἄκρατος, ἐνταῦθα λήγει τὸ Ὀρφικὸνὑπειπών ᾿ἕκτῃ δ᾿ ἐν γενεῇ καταπαύσατε οἶμον ἀοιδῆς.᾿ ᾿Ἐπὶ τούτοις᾿ ἔφην ᾿εἰρημένοις πρὸς ὑμᾶς ᾿ἓν βραχύ᾿τοῖς περὶ Νίκανδρον ᾿ἀείσω ξυνετοῖσι᾿.τῇ γὰρ ἕκτῃ τοῦ νέου μηνὸς ὅταν κατάγῃς τὴν Πυθίανεἰς τὸ πρυτανεῖον, ὁ πρῶτος ὑμῖν γίγνεται τῶν τριῶνκλήρων εἰς τὰ πέντε πρὸς ἀλλήλους ἐκείνης τὰ τρίαοὐδὲ τὰ δύο βάλλοντες. ἦ γὰρ οὐχ οὕτως ἔχει;᾿ καὶ ὁΝίκανδρος ᾿οὕτως᾿ εἶπεν. ᾿ἡ δ᾿ αἰτία πρὸς ἑτέρους ἄρρητόςἐστιν.᾿ ᾿οὐκοῦν᾿ ἔφην ἐγὼ μειδιάσας ᾿ἄχρι οὗ τἀληθὲςἡμῖν ὁ θεὸς ἱεροῖς γενομένοις γνῶναι παράσχῃ, προσκείσε-ται καὶ τοῦτο τοῖς ὑπὲρ τῆς πεμπάδος λεγομένοις.᾿τοιοῦτο μὲν καὶ ὁ τῶν ἀριθμητικῶν καὶ ὁ τῶν μαθη-ματικῶν ἐγκωμίων τοῦ εἶ λόγος, ὡς ἐγὼ μέμνημαι, πέραςἔσχεν. Ὁ δ᾿ Ἀμμώνιος, ἅτε δὴ καὶ αὐτὸς οὐ τὸ φαυλότατονἐν μαθηματικῇ φιλοσοφίας τιθέμενος, ἥσθη τε τοῖς λεγο-μένοις καὶ εἶπεν ᾿οὐκ ἄξιον πρὸς ταῦτα λίαν ἀκριβῶς ἀντι-λέγειν τοῖς νέοις, πλὴν ὅτι τῶν ἀριθμῶν ἕκαστος οὐκ ὀλίγαβουλομένοις ἐπαινεῖν καὶ ὑμνεῖν παρέξει. καὶ τί δεῖ περὶτῶν ἄλλων λέγειν; ἡ γὰρ ἱερὰ τοῦ Ἀπόλλωνος ἑβδομὰςἀναλώσει τὴν ἡμέραν πρότερον ἢ λόγῳ τὰς δυνάμεις αὐτῆςἁπάσας ἐπεξελθεῖν. εἶτα τῷ κοινῷ νόμῳ ᾿πολεμοῦντας᾿ ἅμακαὶ ᾿τῷ πολλῷ χρόνῳ᾿ τοὺς σοφοὺς ἀποφανοῦμεν ἄνδρας,εἰ τὴν ἑβδομάδα τῆς προεδρίας παρώσαντες τῷ θεῷ τὴνπεμπάδα καθιερώσουσιν ὡς μᾶλλόν τι προσήκουσαν; οὔτ᾿οὖν ἀριθμὸν οὔτε τάξιν οὔτε σύνδεσμον οὔτ᾿ ἄλλο τῶνἐλλιπῶν μορίων οὐδὲν οἶμαι τὸ γράμμα σημαίνειν. ἀλλ᾿ἔστιν αὐτοτελὴς τοῦ θεοῦ προσαγόρευσις καὶ προσφώνη-σις ἅμα τῷ ῥήματι τὸν φθεγγόμενον εἰς ἔννοιαν καθιστᾶσατῆς τοῦ θεοῦ δυνάμεως. ὁ μὲν γὰρ θεὸς ἕκαστον [ἡμῶν]τῶν ἐνταῦθα προσιόντων οἷον ἀσπαζόμενος προσαγορεύειτό ᾿γνῶθι σαυτόν,᾿ ὃ τοῦ χαῖρε δήπουθεν οὐδὲν μεῖόν ἐστιν.ἡμεῖς δὲ πάλιν ἀμειβόμενοι τὸν θεόν ᾿εἶ᾿ φαμέν, ὡςἀληθῆ καὶ ἀψευδῆ καὶ μόνην μόνῳ προσήκουσαν τὴν τοῦεἶναι προσαγόρευσιν ἀποδιδόντες.᾿ ᾿Ἡμῖν μὲν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδέν,ἀλλὰ πᾶσα θνητὴ φύσις ἐν μέσῳ γενέσεως καὶ φθορᾶςγενομένη φάσμα παρέχει καὶ δόκησιν ἀμυδρὰν καὶ ἀβέ-βαιον αὑτῆς. ἂν δὲ τὴν διάνοιαν ἐπερείσῃς λαβέσθαι βου-λόμενος, ὥσπερ ἡ σφοδρὰ περίδραξις ὕδατος τῷ πιέζεινκαὶ εἰς ταὐτὸ συνάγειν διαρρέον ἀπόλλυσι τὸ περιλαμβα-νόμενον, οὕτω τῶν παθητῶν καὶ μεταβλητῶν ἑκάστου τὴνἄγαν ἐνάργειαν ὁ λόγος διώκων ἀποσφάλλεται τῇ μὲν εἰςτὸ γιγνόμενον αὐτοῦ τῇ δ᾿ εἰς τὸ φθειρόμενον, οὐδενὸς λα-βέσθαι μένοντος οὐδ᾿ ὄντως ὄντος δυνάμενος. ᾿ποταμῷγὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ᾿ καθ᾿ Ἡράκλειτονοὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν. ἀλλ᾿ὀξύτητι καὶ τάχει μεταβολῆς ᾿σκίδνησι καὶ πάλιν συνάγει᾿,μᾶλλον δ᾿ οὐδὲ πάλιν οὐδ᾿ ὕστερον ἀλλ᾿ ἅμα συνίσταταικαὶ ἀπολείπει καὶ ᾿πρόσεισι καὶ ἄπεισιν᾿. ὅθεν οὐδ᾿ εἰς τὸεἶναι περαίνει τὸ γιγνόμενον αὐτῆς τῷ μηδέποτε λήγεινμηδ᾿ ἵστασθαι τὴν γένεσιν, ἀλλ᾿ ἀπὸ σπέρματος ἀεὶμεταβάλλουσαν ἔμβρυον ποιεῖν εἶτα βρέφος εἶτα παῖδα,μειράκιον ἐφεξῆς, νεανίσκον, εἶτ᾿ ἄνδρα, πρεσβύτην, γέ-ροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας ταῖςἐπιγιγνομέναις. ἀλλ᾿ ἡμεῖς ἕνα φοβούμεθα γελοίως θάνα-τον, ἤδη τοσούτους τεθνηκότες καὶ θνήσκοντες. οὐ γὰρμόνον, ὡς Ἡράκλειτος ἔλεγε, ᾿πυρὸς θάνατοςἀέρι γένεσις, καὶ ἀέρος θάνατος ὕδατι γένεσις,᾿ ἀλλ᾿ ἔτισαφέστερον ἐπ᾿ αὐτῶν ἡμῶν φθείρεται μὲν ὁ ἀκμάζωνγινομένου γέροντος, ἐφθάρη δ᾿ ὁ νέος εἰς τὸν ἀκμάζοντα,καὶ ὁ παῖς εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον. ὅ τ᾿ἐχθὲς εἰς τὸν σήμερον τέθνηκεν, ὁ δὲ σήμερον εἰς τὸναὔριον ἀποθνήσκει. μένει δ᾿ οὐδεὶς οὐδ᾿ ἔστιν εἷς, ἀλλὰγιγνόμεθα πολλοί, περὶ ἕν τι φάντασμα καὶ κοινὸν ἐκμα-γεῖον ὕλης περιελαυνομένης καὶ ὀλισθανούσης. ἐπεὶ πῶςοἱ αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον,τἀναντία φιλοῦμεν καὶ μισοῦμεν καὶ θαυμάζομεν καὶ ψέγο-μεν, ἄλλοις χρώμεθα λόγοις ἄλλοις πάθεσιν, οὐκ εἶδος οὐμορφὴν οὐ διάνοιαν ἔτι τὴν αὐτὴν ἔχοντες; οὔτε γὰρ ἄνευμεταβολῆς ἕτερα πάσχειν εἰκός, οὔτε μεταβάλλων <οὐδεὶς>ὁ αὐτός ἐστιν. εἰ δ᾿ ὁ αὐτὸς οὐκ ἔστιν, οὐδ᾿ ἔστιν, ἀλλὰτοῦτ᾿ αὐτὸ μεταβάλλει γιγνόμενος ἕτερος ἐξ ἑτέρου. ψεύ-δεται δ᾿ ἡ αἴσθησις ἀγνοίᾳ τοῦ ὄντος εἶναι τὸ φαινό-μενον.᾿ ᾿Τί οὖν ὄντως ὄν ἐστι; τὸ ἀίδιον καὶ ἀγένητον καὶἄφθαρτον, ὧ χρόνος μεταβολὴν οὐδὲ εἷς ἐπάγει. κινητὸνγάρ τι καὶ κινουμένῃ συμφανταζόμενον ὕλῃ καὶ ῥέον ἀεὶκαὶ μὴ στέγον, ὥσπερ ἀγγεῖον φθορᾶς καὶ γενέσεως,ὁ χρόνος. ὅπου γε δὴ τὸ μέν ᾿ἔπειτα᾿ καὶ τό ᾿πρότερον᾿καὶ τό ᾿ἔσται᾿ λεγόμενον καὶ τό ᾿γέγονεν᾿ αὐτόθεν ἐξο-μολόγησίς ἐστι τοῦ μὴ ὄντος. τὸ γὰρ ἐν τῷ εἶναι μηδέπωγεγονὸς ἢ πεπαυμένον ἤδη τοῦ εἶναι λέγειν ὡς ἔστιν,εὔηθες καὶ ἄτοπον. ὧ δὲ μάλιστα τὴν νόησιν ἐπερείδοντεςτοῦ χρόνου τό ᾿ἐνέστηκε᾿ καὶ τό ᾿πάρεστι᾿ καὶ τό ᾿νῦν᾿φθεγγόμεθα, τοῦτ᾿ αὖ πάλιν ἄγαν ἐνδυόμενος ὁ λόγοςἀπόλλυσιν. ἐκθλίβεται γὰρ εἰς τὸ μέλλον καὶ τὸ παρ-ῳχημένον ὥσπερ αὐτὴ βουλομένοις ἰδεῖν ἐξ ἀνάγκηςδιιστάμενον. εἰ δὲ ταὐτὰ τῷ μετροῦντι πέπονθεν ἡ με-τρουμένη φύσις, οὐδὲν αὐτῆς μένον οὐδ᾿ ὄν ἐστιν, ἀλλὰγιγνόμενα πάντα καὶ φθειρόμενα κατὰ τὴν πρὸς τὸνχρόνον συννέμησιν. ὅθεν οὐδ᾿ ὅσιόν ἐστιν ἐπὶ τοῦ ὄντοςλέγειν, ὡς ἦν ἢ ἔσται. ταῦτα γὰρ ἐγκλίσεις τινές εἰσι καὶπαραλλάξεις τοῦ μένειν ἐν τῷ εἶναι μὴ πεφυκότος.᾿ ᾿Ἀλλ᾿ ἔστιν ὁ θεός, ᾿εἶ᾿ χρὴ φάναι, καὶ ἔστι κατ᾿ὐδένα χρόνον ἀλλὰ κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον καὶἄχρονον καὶ ἀνέγκλιτον καὶ οὗ πρότερον οὐδέν ἐστιν οὐδ᾿ὕστερον οὐδὲ μέλλον οὐδὲ παρῳχημένον οὐδὲ πρεσβύτερονοὐδὲ νεώτερον. ἀλλ᾿ εἷς ὢν ἑνὶ τῷ νῦν τὸ ἀεὶ πεπλήρωκε,καὶ μόνον ἐστὶ τὸ κατὰ τοῦτ᾿ ὄντως ὄν, οὐ γεγονὸς οὐδ᾿ἐσόμενον οὐδ᾿ ἀρξάμενον οὐδὲ παυσόμενον. οὕτως οὖν αὐτὸδεῖ σεβομένους ἀσπάζεσθαι [καὶ] προσεθίζειν, ᾿εἶ᾿, καὶνὴ Δία, ὡς ἔνιοι τῶν παλαιῶν, ᾿εἶ ἕν᾿. οὐ γὰρ πολλὰ τὸθεῖόν ἐστιν, ὡς ἡμῶν ἕκαστος ἐκ μυρίων διαφορῶν ἐνπάθεσι γινομένων ἄθροισμα παντοδαπὸν καὶ πανηγυρι-κῶς μεμιγμένον. ἀλλ᾿ ἓν εἶναι δεῖ τὸ ὄν, ὥσπερ ὂν τὸ ἕν.ἡ δ᾿ ἑτερότης διαφορᾷ τοῦ ὄντος εἰς γένεσιν ἐξίσταται τοῦμὴ ὄντος. ὅθεν εὖ καὶ τὸ πρῶτον ἔχει τῷ θεῷ τῶν ὀνο-μάτων καὶ τὸ δεύτερον καὶ τὸ τρίτον. Ἀπόλλων μὲν γὰροἷον ἀρνούμενος τὰ πολλὰ καὶ τὸ πλῆθος ἀποφάσκωνἐστίν, Ἰήιος δ᾿ ὡς εἷς καὶ μόνος. Φοῖβον δὲ δήπου τὸκαθαρὸν καὶ ἁγνὸν οἱ παλαιοὶ πᾶν ὠνόμαζον, ὡς ἔτιΘεσσαλοὶ τοὺς ἱερέας ἐν ταῖς ἀποφράσιν ἡμέραις αὐτοὺςἐφ᾿ ἑαυτῶν ἔξω διατρίβοντας, οἶμαι, ᾿φοιβονομεῖσθαι᾿λέγουσι. τὸ δ᾿ ἓν εἰλικρινὲς καὶ καθαρόν. ἑτέρου γὰρ μίξειπρὸς ἕτερον ὁ μιασμός, ὥς που καὶ Ὅμηρος (Δ 141)᾿ἐλέφαντα᾿ [τινὰ] φοινισσόμενον βαφῇ ᾿μιαίνεσθαι᾿ φησί.καὶ τὰ μιγνύμενα τῶν χρωμάτων οἱ βαφεῖς ᾿φθείρεσθαι᾿καί ᾿φθοράν᾿ τὴν μῖξιν ὀνομάζουσιν. οὐκοῦν ἕν τ᾿ εἶναικαὶ ἄκρατον ἀεὶ τῷ ἀφθάρτῳ καὶ καθαρῷ προσήκει.᾿ ᾿Τοὺς δ᾿ Ἀπόλλωνα καὶ ἥλιον ἡγουμένους τὸναὐτὸν ἀσπάζεσθαι μὲν ἄξιόν ἐστι καὶ φιλεῖν δι᾿ εὐφυίαν,ὃ μάλιστα τιμῶσιν ὧν ἴσασι καὶ ποθοῦσιν, εἰς τοῦτοτιθέντας τοῦ θεοῦ τὴν ἐπίνοιαν. ὡς δὲ νῦν ἐν τῷ καλλίστῳτῶν ἐνυπνίων τὸν θεὸν ὀνειροπολοῦντας ἐγείρωμεν καὶπαρακαλῶμεν ἀνωτέρω προάγειν καὶ θεάσασθαι τὸ ὕπαραὐτοῦ καὶ τὴν οὐσίαν, τιμᾶν δὲ καὶ τὴν εἰκόνα τήνδε καὶσέβεσθαι τὸ περὶ αὐτὴν γόνιμον ὡς ἀνυστόν ἐστιν αἰσθητῷνοητοῦ καὶ φερομένῳ μένοντος ἐμφάσεις τινὰς καὶ εἴδωλαδιαλάμπουσαν ἁμωσγέπως τῆς περὶ ἐκεῖνον εὐμενείας καὶμακαριότητος. ἐκστάσεις δ᾿ αὐτοῦ καὶ μεταβολὰς <εἰς>πῦρ ἀνιέντος ἑαυτὸν ἅμα τοῖς πᾶσιν, ὡς λέγουσιν, αὖθιςδὲ καταθλίβοντος ἐνταῦθα <καὶ> κατατείνοντος εἰς γῆνκαὶ θάλασσαν καὶ ἀνέμους καὶ ζῷα καὶ τὰ δεινὰ παθή-ματα [καὶ] ζῴων καὶ φυτῶν οὐδ᾿ ἀκούειν ὅσιον. ἢ τοῦποιητικοῦ παιδὸς (Ο 362) ἔσται φαυλότερος, ἣνἐκεῖνος ἔν τινι ψαμάθῳ συντιθεμένῃ καὶ διαχεομένῃ πάλινὑφ᾿ αὑτοῦ παίζει παιδιάν, ταύτῃ περὶ τὰ ὅλα χρώμενοςἀεὶ καὶ τὸν κόσμον οὐκ ὄντα πλάττων εἶτ᾿ ἀπολλύων γενό-μενον. τοὐναντίον γὰρ ὃ θεῖον ἁμωσγέπως ἐγγέγονε τῷκόσμῳ, τοῦτο συνδεῖ τὴν οὐσίαν καὶ κρατεῖ τῆς περὶ τὸσωματικὸν ἀσθενείας ἐπὶ φθορὰν φερομένης. καί μοι δοκεῖμάλιστα πρὸς τοῦτον τὸν λόγον ἀντιταττόμενον τὸ ῥῆμακαὶ μαρτυρόμενον ᾿εἶ᾿ φάναι πρὸς τὸν θεόν, ὡς οὐδέποτεγινομένης περὶ αὐτὸν ἐκστάσεως καὶ μεταβολῆς, ἀλλ᾿ἑτέρῳ τινὶ θεῷ μᾶλλον δὲ δαίμονι τεταγμένῳ περὶ τὴν ἐνφθορᾷ καὶ γενέσει φύσιν τοῦτο ποιεῖν καὶ πάσχειν προσῆ-κον. ὡς δῆλόν ἐστιν ἀπὸ τῶν ὀνομάτων εὐθὺς οἷον ἐναν-τίων ὄντων καὶ ἀντιφώνων. λέγεται γὰρ ὁ μὲν Ἀπόλλωνὁ δὲ Πλούτων, καὶ ὁ μὲν Δήλιος ὁ δ᾿ Ἀιδωνεύς, καὶ ὁμὲν Φοῖβος ὁ δὲ Σκότιος. καὶ παρ᾿ ὧ μὲν αἱ Μοῦσαι καὶἡ Μνημοσύνη, παρ᾿ ὧ δ᾿ ἡ Λήθη καὶ ἡ Σιωπή. καὶ ὁ μὲνΘεώριος καὶ Φαναῖος, ὁ δέ ᾿Νυκτός <τ᾿> ἀιδνᾶς ἀεργηλοῖό θ᾿ υπνου κοί- ρανος.᾿καὶ ὁ μέν ᾿βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων,᾿ (Ι 158)πρὸς ὃν δὲ Πίνδαρος εἴρηκεν οὐκ ἀηδῶς ᾿κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος ἔμμεν.᾿εἰκότως οὖν ὁ Εὐριπίδης εἶπε ᾿λοιβαὶ νεκύων φθιμένων ἀοιδαί θ᾿, ἃς χρυσοκόμας Ἀπόλλων οὐκ ἐνδέχεται.᾿καὶ πρότερος ἔτι τούτου [ὁ] Στησίχορος ᾿<χορεύ>ματά τοι μάλιστα παιγμοσύνας <τε> φιλεῖ μολπάς τ᾿ Ἀπόλλων, κάδεα δὲ στοναχάς τ᾿ Ἀίδας ἔλαχε.᾿Σοφοκλῆς δὲ καὶ τῶν ὀργάνων ἑκατέρῳ προσνέμων ἑκάτε-ρον δῆλός ἐστι διὰ τούτων ᾿οὐ νάβλα κωκυτοῖσιν οὐ λύρα φίλα᾿.καὶ γὰρ ὁ αὐλὸς ὀψὲ καὶ πρῴην ἐτόλμησε φωνήν ᾿ἐφ-ινερθίσιν᾿ ἀφιέναι. τὸν δὲ πρῶτον χρόνον εἵλκετο πρὸς τὰπένθη, καὶ τὴν περὶ ταῦτα λειτουργίαν οὐ μάλ᾿ ἔντιμονοὐδὲ φαιδρὰν εἶχεν, εἶτ᾿ ἐμίχθη πάντα πᾶσι. μάλιστα δὲτὰ θεῖα πρὸς τὰ δαιμόνια συγχέοντες εἰς ταραχὴν αὑτοὺςκατέστησαν. ἀλλά γε τῷ εἶ τό ᾿γνῶθι σαυτόν᾿ ἔοικέ πωςἀντικεῖσθαι καὶ τρόπον τινὰ πάλιν συνᾴδειν. τὸ μὲν γὰρἐκπλήξει καὶ σεβασμῷ πρὸς τὸν θεὸν ὡς ὄντα διὰ παντὸςἀναπεφώνηται, τὸ δ᾿ ὑπόμνησίς ἐστι τῷ θνητῷ τῆς περὶαὐτὸ φύσεως καὶ ἀσθενείας.

0 σχόλια:

Δημοσίευση σχολίου